Δευτέρα 14 Νοεμβρίου 2011

Όμήρου Οδύσσεια - Ραψωδία α'

Θεῶν ἀγορά. Ἀθηνᾶς παραίνεσις πρὸς Τηλέμαχον. Μνηστήρων εὐωχία. 

Μετάφραση Ἀργύρη Ἐφταλιώτη 


ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·
πολλῶν δ᾽ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
πολλὰ δ᾽ ὅ γ᾽ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
Τὸν ἄντρα τὸν πολύπραγο τραγούδησέ μου, ὦ Μοῦσα,
ποὺ περισσὰ πλανήθηκε, σὰν κούρσεψε τῆς Τροίας
τὸ ἱερὸ κάστρο, καὶ πολλῶν ἀνθρώπων εἶδε χῶρες
κι ἔμαθε γνῶμες, καὶ πολλὰ στὰ πέλαα βρῆκε πάθια,
5 ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
ἀλλ᾽ οὐδ᾽ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·
αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
γιὰ μιὰ ζωὴ παλεύοντας καὶ γυρισμὸ συντρόφων.
Μὰ πάλε δὲν τοὺς γλύτωσε, κι ἂν τὸ ποθοῦσε, ἐκείνους,
τὶ ἀπὸ δική τους χάθηκαν οἱ κούφιοι ἀμυαλωσύνη,
τοῦ Ἥλιου τοῦ Ὑπερίονα σὰν ἔφαγαν τὰ βόδια,
κι αὐτὸς τοὺς πῆρε τὴ γλυκειὰ τοῦ γυρισμοῦ τους μέρα.
10 τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
ἔνθ᾽ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·
τὸν δ᾽ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς
νύμφη πότνι᾽ ἔρυκε Καλυψὼ δῖα θεάων
Ἀπ' ὅπου ἂν τά 'χης, πές μας τα, ὦ θεά, τοῦ Δία κόρη.
Ὅλοι ποὺ τότες τὸν πολὺ τὸ χαλασμὸ ξεφύγαν
γυρίσανε, ἀπὸ πόλεμο καὶ θάλασσα σωσμένοι,
καὶ μόνο ἐκειόνε, σπιτικὸ καὶ ταίρι στερημένο,
ἡ Καλυψὼ ἡ τρισέμορφη θεὰ τόνε κρατοῦσε,
15 ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
ἀλλ᾽ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
εἰς Ἰθάκην, οὐδ᾽ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δ᾽ ἐλέαιρον ἅπαντες
γιατὶ ἄντρα της τὸν ἤθελε στὶς βαθουλὲς σπηλιές της.
Μὰ ὁ γῦρος σὰν τελέστηκε τῶν χρόνων, κι ἦρθε ἡ ὥρα,
ποὺ τό 'χανε οἱ θεοὶ γραφτὸ στὸ Θιάκι νὰ ξανάρθη
στὸ σπιτικό του, μήτ' ἐκεῖ δὲν τοῦ 'λειψαν οἱ ἀγῶνες,
καὶ σὲ δικοὺς κοντά. Κι οἱ θεοὶ τὸν συμπονοῦσαν ὅλοι,
20 νόσφι Ποσειδάωνος· ὁ δ᾽ ἀσπερχὲς μενέαινεν
ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
ἀλλ᾽ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ᾽ ἐόντας,
Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δ᾽ ἀνιόντος,
ἐξὸν τόν Ποσειδώνα· αὐτὸς βαριὰ ἦταν χολωμένος
μὲ τὸ Δυσσέα τὸ θεϊκό, στὸν τόπο του πρὶν φτάση.
Βρισκόταν στοὺς Αἰθίοπες ὁ Ποσειδώνας τότες,
ποὺ ζοῦνε μοιραστοὶ μακριὰ στοῦ κόσμου τὶς ἀκροῦλες,
στοῦ Ἡλιοῦ τὸ βούλημα οἱ μισοί, στ' ἀνάβλεμμά του οἱ ἄλλοι,
25 ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
ἔνθ᾽ ὅ γ᾽ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι
Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,
γιὰ νὰ δεχτῆ ἑκατοβοδιὰ ἀπὸ ταύρους καὶ κριάρια.
Ἐκεῖ γλυκοξεφάντωνε· οἱ θεοὶ ὡς τόσο οἱ ἄλλοι
στοὺς πύργους μαζωχτήκανε τοῦ Δία τοῦ Ὀλυμπήσου,
κι ὀμπρός τους, ὅλων τῶν θεῶν κι ἀνθρώπων ὁ πατέρας
ἄνοιξε λόγο, τὶ στὸ νοῦ ξανάρθε του ὁ μεγάλος
ὁ Αἴγιστος, ποὺ ὁ ξακουστὸς τὸν ἔκοψε ὁ Ὁρέστης,
30 τόν ῥ᾽ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκταν᾽ Ὀρέστης·
τοῦ ὅ γ᾽ ἐπιμνησθεὶς ἔπε᾽ ἀθανάτοισι μετηύδα·
"ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·
ἐξ ἡμέων γάρ φασι κάκ᾽ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε᾽ ἔχουσιν,
τοῦ Ἀγαμέμνου ὁ γιός. Ἐκειὸν ὁ Δίας ἀνιστορώντας,
στοὺς ἄλλους τοὺς ἀθάνατους αὐτὰ τὰ λόγια κρένει·
“Ἀλλοί, καὶ πῶς γυρεύουνε παντοτινὰ οἱ ἀνθρῶποι
νὰ ρίχτουνε τὸ φταίξιμο σ' ἐμᾶς γιὰ τὰ δεινά τους,
καὶ λένε ἐμεῖς τὰ φέρνουμε· μὰ ἀπὸ δική τους τύφλα
35 ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο
γῆμ᾽ ἄλοχον μνηστήν, τὸν δ᾽ ἔκτανε νοστήσαντα,
εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,
μήτ᾽ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·
παθαίνουν πέρα ἀπ' τὸ γραφτό· νά, ὁ Αἴγιστος, ποὺ πῆρε
τὸ ταίρι τοῦ Ἀγαμέμνονα, καὶ ποὺ στὸ γυρισμό του
χαλνάει κι ἐκείνονε· ἀπὸ πρὶν τὸ γνώριζε τί μέγα
κακὸ θὰ τοῦ'ρθη, γιατὶ ἐμεῖς μηνύσαμέ του τότες
μὲ τὸν ἀγρυπνομάτη Ἑρμῆ, μηδὲ νὰ τόνε κόψη,
40 ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
ὁππότ᾽ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.
ὣς ἔφαθ᾽ Ἑρμείας, ἀλλ᾽ οὐ φρένας Αἰγίσθοιο
πεῖθ᾽ ἀγαθὰ φρονέων· νῦν δ᾽ ἁθρόα πάντ᾽ ἀπέτισεν."
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
μηδὲ τὸ ταίρι νὰ ζητάη· γιατὶ θὰ γδικιωθῆ του
σὰ μεγαλώση καὶ ποθῆ τὸν τόπο του ὁ Ὀρέστης.
Καλόγνωμα τοῦ τά 'πε ὁ Ἑρμῆς, μὰ ὁ Αἴγιστος ν' ἀκούση
δὲν ἤθελε, καὶ μαζωχτὰ τὰ πλέρωσε κατόπι.”
Κι ἡ γαλανόματη Ἀθηνᾶ τοῦ ἀπολογιέται τότες·
45 "ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·
ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·
ἀλλά μοι ἀμφ᾽ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,
δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
“Πατέρα μας, τοῦ Κρόνου γιέ, τῶν βασιλιάδων πρῶτε,
βέβαια τοῦ ἄξιζε ἐκεινοῦ τέτοιος χαμὸς νὰ τοῦ 'ρθη·
τὰ ἴδια ἂς πάθη ὅποιος κακὰ παρόμοια πράξη κι ἄλλος.
Ἐγώ 'μως γιὰ τὸ γνωστικὸ Ὀδυσσέα χολοσκάνω,
τὸν ἄμοιρο, ποὺ ἀπὸ δικοὺς μακρόθε τυραννιέται
50 νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τ᾽ ὀμφαλός ἐστι θαλάσσης.
νῆσος δενδρήεσσα, θεὰ δ᾽ ἐν δώματα ναίει,
Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
σὲ κυματόζωστο νησί, στῆς θάλασσας τ' ἀφάλι,
νησὶ δεντράτο, ποὺ θεὰ τὴν κατοικιά της ἔχει,
ἡ κόρη τοῦ κακόγνωμου τοῦ Ἄτλαντα, ποὺ ξέρει
τῆς θάλασσας τὰ τρίσβαθα, καὶ μὲ μακριὲς κολῶνες
ἀπὸ τὴ γῆς τὸν οὐρανὸ φυλάει ξεχωρισμένο.
55 τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν
θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,
ἱέμενος καὶ καπνὸν ἀποθρᾐσκοντα νοῆσαι
ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ
Ἐκείνου ἡ κόρη τὸν κρατάει τὸ δύστυχο στὰ δάκρυα,
καὶ μὲ γλυκειὲς μαγεύει τον κουβέντες, νὰ ξεχάση
τὸν τόπο του· μὰ πάλε αὐτός, καὶ τὸν καπνὸ μονάχα
νὰ θώρειε τῆς πατρίδας του σὰν ἀλαφροανεβαίνη,
κι ἂς πέθαινε· μὰ μήτ' ἐσύ, Ὀλυμπήσε, δὲ σπλαχνιέσαι.
60 ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τ᾽ Ὀδυσσεὺς
Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;"
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·"
"τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
Τάχα δὲ σὲ τιμοῦσε αὐτὸς στὴ διάπλατη Τρωάδα,
σιμὰ στὰ πλοῖα τῶν Ἀργιτῶν μὲ περισσὲς θυσίες ;
τί τόσο, ὦ Δία, τώρα ἐσὺ μὲ τὸ Δυσσέα κακιώνεις ;”
Κι ὁ Δίας τῆς ἀποκρένεται ὁ συννεφομαζώχτης·
“Τί λόγο ἀπὸ τ' ἀχείλι σου ξεστόμισες, παιδί μου ;
65 πῶς ἂν ἔπειτ᾽ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ᾽ ἱρὰ θεοῖσιν
ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ
Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,
Ποιός τό 'πε ἐγὼ πὼς λησμονῶ τὸ θεϊκὸ Ὀδυσσέα,
ποὺ πρῶτος εἶναι ἀπ' τοὺς θνητοὺς στὸ νοῦ καὶ στὶς θυσίες
πρὸς τοὺς ἀθάνατους θεοὺς ποὺ ὁρίζουνε τὰ οὐράνια ;
Ὁ Ποσειδώνας εἶν' ὁ θεός, τῆς γῆς ὁ περιζώστης,
ποὺ πάθος τοῦ ἔχει ἀνέσβεστο, τὶ χάλασε τὸ μάτι
70 ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον
πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,
Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,
ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων
τοῦ ἰσόθεου τοῦ Πολύφημου, τοῦ πρώτου τῶν Κυκλώπων
στὴ δύναμη· τῆς Θόωσας εἶναι παιδί, τῆς νύφης,
κόρης τοῦ Φόρκυνα, ἄρχοντα τοῦ ἀτρύγητου πελάγου,
ποὺ ὁ Ποσειδώνας σὲ βαθειὲς σπηλιὲς ἀγκάλιασέ την.
Ἀπὸ τὰ τότε ὁ σαλευτὴς τῆς γῆς ὁ Ποσειδώνας
75 οὔ τι κατακτείνει, πλάζει δ᾽ ἀπὸ πατρίδος αἴης.
ἀλλ᾽ ἄγεθ᾽, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει
ὃν χόλον· οὐ μὲν γὰρ τι δυνήσεται ἀντία πάντων
ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος."
κι ἂ δὲν τόνε θανάτωσε, μὰ τὸν πλανάει στὰ ξένα
τὸν Ὀδυσσέα. Ὅμως καιρὸς ἐμεῖς νὰ στοχαστοῦμε
πὼς νά 'ρθη στὴν πατρίδα του· θὰ πάψη τὴν ὀργή του
ὁ Ποσειδώνας· δὲν μπορεῖ στὸ πεῖσμα μας, κι ἀγνάντια
τόσων ἀθάνατων αὐτὸς ν' ἀντισταθῆ μονάχος.”
80 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
"ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην
Κι ἡ γαλανόματη ἡ θεὰ τοῦ ἀπολογήθη τότες·
“Πατέρα μας, τοῦ Κρόνου γιέ, τῶν βασιλιάδων πρῶτε,
στοὺς τρισμακάριστους θεοὺς αὐτὸ ἂν ἀρέση τώρα,
νὰ ξαναρθῆ στὸ σπίτι του ὁ παράξιος Ὀδυσσέας
ὁ Ἀργοφονιὰς Ἑρμῆς ἂς πάη μηνύτορας δικός μας,
85 νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·
αὐτὰρ ἐγὼν Ἰθάκηνδ᾽ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
στῆς Ὠγυγίας τὸ νησί, γιὰ νὰ μηνύση ἀμέσως
τῆς ὡριοπλέξουδης θεᾶς τὴν ἄσφαλτη βουλή μας,
ὁ Ὀδυσσέας ὁ ἄτρομος στὴ γῆς του νὰ γυρίση.
Ἐγὼ στὸ Θιάκι πάω, καρδιὰ περσότερη νὰ δώσω
τοῦ γιοῦ του ἐκεῖ, κι ἀπόφαση νὰ βάλω στὴν ψυχή του,
90 εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς
πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
μῆλ᾽ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
πέμψω δ᾽ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
νὰ πῆ τοὺς μακρομάλληδες Ἀχαιοὺς νὰ μαζωχτοῦνε,
καὶ τοὺς μνηστῆρες ὁλονοὺς ν' ἀποκηρύξη ὀμπρός τους,
ποὺ σφάζουν κι ὅλο σφάζουνε τὰ βοδοπρόβατά του.
Κατόπι στὴν ἀμμουδερὴ τὴν Πύλο καὶ στὴ Σπάρτη
τὸν παίρνω, κι ἴσως τοῦ γονιοῦ τὸ γυρισμὸ ἐκεῖ μάθη,
95 ἠδ᾽ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν."
ὣς εἰποῦσ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν
ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
εἵλετο δ᾽ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
κι ἔτσι μᾶς βγάλη κι ὄνομα λαμπρὸ μὲς στοὺς ἀνθρώπους.”
Εἶπε, καὶ σάνταλα ἔδεσε στὰ πόδια της πανώρια,
ἀχάλαστα κι ὁλόχρυσα, ποὺ πεταχτὰ τὴ φέρνουν
ἀπὸ στεριὲς καὶ θάλασσες σὰ φύσημα τοῦ ἀνέμου·
πῆρε κοντάρι δυνατὸ μὲ μύτη ἀκονισμένη,
100 βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀίξασα,
στῆ δ᾽ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
οὐδοῦ ἐπ᾽ αὐλείου· παλάμῃ δ᾽ ἔχε χάλκεον ἔγχος,
βαρύ, μεγάλο καὶ στεριό· μὲ δαῦτο ἡρώους ἄντρες
σωροὺς δαμάζει ἂν ὀργιστῆ τοῦ φριχτοῦ Δία ἡ κόρη.
Ἀπὸ του Ὀλὐμπου χύμιξε τὰ κορφοβούνια τότες
στὸ Θιάκι, κι ὀμπρὸς στάθηκε στὶς θύρες του Ὀδυσσέα,
πὰς στὸ κατώφλι τῆς αὐλῆς, κρατώντας στὴν παλάμη
105 εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.
εὗρε δ᾽ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·
κήρυκες δ᾽ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
τὸ χάλκινο κοντάρι της, καὶ μοιάζοντας μὲ ξένο,
τὸ Μέντορα τὸ βασιλιὰ τῆς Τάφος. Ἐκεῖ βρῆκε
καὶ τοὺς μνηστῆρες τοὺς τρανούς· γλεντίζανε μὲ σκάκι
ὀμπρὸς στὶς θύρες σὲ προβιὲς βοδιῶνε καθισμένοι,
ποὺ ἴδιοι τους τὰ σφάξανε· κι ὁλόγυρά τους πλῆθος
παραστεκόνταν κήρυκες καὶ πρόθυμα κοπέλια,
110 οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
οἱ δ᾽ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
ποὺ ἄλλοι μὲ τὸ κρασὶ νερὸ μὲς στὰ κροντήρια σμίγαν,
ἄλλοι τραπέζια πλένανε μὲ τρυπητὰ σφουγγάρια,
καὶ στρώνανέ τα· κι ἄλλοι τους τὰ κρέατα μοιράζαν.

τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
     Κι ὁ θεόμορφος Τηλέμαχος τὴν εἶδε πρῶτος πρῶτος.
Στὸ πλάγι τους καθότανε μὲ σπλάχνα ταραγμένα
115 ὀσσόμενος πατέρ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
τιμὴν δ᾽ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδ᾽ Ἀθήνην.
βῆ δ᾽ ἰθὺς προθύροιο, νεμεσσήθη δ᾽ ἐνὶ θυμῷ
καὶ μὲς στὸ νοῦ του λόγιαζε τὸν ξέλαμπρο γονιό του,
ἂν θά 'ρχουνταν ποτὲ μαθὲς νὰ τοὺς σκορπίση ἐτούτους
ἀπὸ τοὺς πύργους, κι ἴδιος του νὰ βασιλεύη πάλε
μὲ τὰ δικά του τὰ καλὰ. Αὐτά 'χοντας στὸ νοῦ του
σιμὰ στοὺς ἄλλους, μάτιασε τὴν Ἀθηνᾶ, καὶ πῆγε
ἴσια στὰ ξώθυρα, ἐπειδὴς ντρεπότανε ν' ἀφήση
120 ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς
χεῖρ᾽ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
ξένο νὰ πολυστέκεται στὴ θύρα· ὀμπρός του 'στάθη,
πιάνει τὸ χέρι τὸ δεξὶ, τοῦ παίρνει τὸ κοντάρι
τὸ χάλκινο, καὶ τοῦ λαλεῖ μὲ φτερωμένα λόγια·

"χαῖρε, ξεῖνε, παρ᾽ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα
δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή."
     “Καλῶς τὸν ξένο· ἐσὺ ἀπ' ἐμᾶς θὰ φιλευτῆς, καὶ κάλλιο
πρῶτα στὸ δεῖπνο, κι ὕστερα μᾶς κρένεις ὅ,τι ὁρίζεις.”
125 "ὣς εἰπὼν ἡγεῖθ᾽, ἡ δ᾽ ἕσπετο Παλλὰς Ἀθήνη.
οἱ δ᾽ ὅτε δή ῥ᾽ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
ἔγχος μέν ῥ᾽ ἔστησε φέρων πρὸς κίονα μακρὴν
δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα
ἔγχε᾽ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
     Εἶπε, καὶ πῆγε αὐτὸς ὀμπρός, κι ἡ Ἀθηνᾶ ἀκλουθοῦσε.
Καὶ μέσα στ' ἁψηλόχτιστο παλάτι σάνε μπῆκαν,
παίρνει καὶ στήνει σὲ μακριὰ κολώνα τὸ κοντάρι,
σ' ἀρματοθήκη σκαλιστὴ, ποὺ κι ἄλλα ἐκεῖ κοντάρια
πολλὰ τοῦ καρτερόψυχου τοῦ Ὀδυσσέα στεκόνταν.
130 αὐτὴν δ᾽ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,
καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
πὰρ δ᾽ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,
Σ' ἕνα θρονὶ τὴν κάθισε πὰς σ' ἁπλωμένο τούλι,
θρονὶ πανώριο, πλουμιστό, κι ἀκουμποπόδι ὀμπρός της.
Πῆρε κι αὐτὸς σκαμνὶ λαμπρό, μακριὰ ἀπὸ τοὺς μνηστῆρες,
νὰ μὴν τόνε πειράζη ὁ ἀχὸς τὸν ξένο, καὶ δὲ νιώση
γλύκα φαγιοῦ καθίζοντας μὲ ἀγέρωχους ἀνθρώπους,
135 ἠδ᾽ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
καὶ γιὰ νὰ μάθη ἂν ἤξερε μαντάτα τοῦ γονιοῦ του.
Καὶ μπρίκι γιὰ τὸ νίψιμο τοὺς φέρνει τότε ἡ βάγια,
ὤριο, χρυσό, καὶ χύνει τους στὴν ἀργυρὴ λεγένη
γιὰ νὰ πλυθοῦν, καὶ στρώνει τους τὸ γυαλιστὸ τραπέζι.
Σεμνὴ κελάρισσα ἔφερε ψωμὶ καὶ παραθέτει,
140 εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·
κῆρυξ δ᾽ αὐτοῖσιν θάμ᾽ ἐπᾐχετο οἰνοχοεύων.
κι ἀπὸ τὰ καλοφάγια της τοὺς ἔβαλε περίσσια·
μὲς στὰ πινάκια ὁ μοιραστὴς τὰ κρέατ' ἀραδιάζει,
καὶ θέτει χρυσοπότηρα ὀμπροστά τους· κάθε λίγο
περνοῦσε ὁ κήρυκας κοντὰ καὶ τοὺς κρασοκερνοῦσε.

ἐς δ᾽ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα      Μπήκανε μέσα κι οἱ τρανοὶ μνηστῆρες, καὶ καθίσαν
145 ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν,
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
ἀράδα σ' ἕδρες καὶ σκαμνιὰ, καὶ χύναν καὶ σ' ἐτούτων
τὰ χέρια οἱ κήρυκες νερό, καὶ σὲ πανέρια μέσα
οἱ παρακόρες σώρευαν ψωμί, καὶ παλληκάρια
μὲ τὸ πιοτὸ στεφάνωναν τοῦ καθενὸς κροντήρι.
Κι αὐτοὶ ἅπλωναν τὰ χέρια τους στὰ φαγητὰ ὀμπροστά τους.
150 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
μολπή τ᾽ ὀρχηστύς τε· τὰ γὰρ τ᾽ ἀναθήματα δαιτός·
κῆρυξ δ᾽ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν
Φημίῳ, ὅς ῥ᾽ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
Κι ἀπὸ φαγὶ κι ἀπὸ πιοτὸ σὰ φράθηκε ἡ καρδιά τους,
ἄλλα στὸ νοῦ τους εἴχανε οἱ μνηστῆρες· τὰ τραγούδια
καὶ τὸ χορό, χαρίσματα τοῦ τραπεζιοῦ σὰν πού 'ναι·
λαμπρὴ κιθάρα ὁ κήρυκας παράδωσε στὰ χέρια
τοῦ Φήμιου, ποὺ μὲ τὸ στανιὸ τραγούδαε στοὺς μνηστῆρες,
155 ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι·
κι ὥριο σκοπὸ τοὺς ἄρχισε τὶς κόρδες της βαρώντας.
Λέει τότες ὁ Τηλέμαχος τῆς γαλανοματούσας
θεᾶς, κοντά της σκύβοντας, νὰ μὴν ἀκούσουν οἱ ἄλλοι·

"ξεῖνε φίλ᾽, ἦ καὶ μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
     “Τάχα θὰ κρίνης ἄπρεπο τὸ τί θὰ πῶ, καλέ μου;
Αὐτοὶ στὸ νοῦ τους ἔχουνε κιθάρες καὶ τραγούδια,
160 ῥεῖ᾽, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
ἀνέρος, οὗ δή που λεύκ᾽ ὀστέα πύθεται ὄμβρῳ
κείμεν᾽ ἐπ᾽ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
εἰ κεῖνόν γ᾽ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
πάντες κ᾽ ἀρησαίατ᾽ ἐλαφρότεροι πόδας εἶναι
καὶ τί τοὺς μέλει; ξένο βιὸς ἀπλέρωτα μασᾶνε,
τοῦ ἀντροῦ ποὺ τ' ἄσπρα κόκκαλα μὲς στὶς βροχὲς σαπίζουν
πὰς σὲ στεριὲς, ἢ στ' ἁρμυρὸ κυλιοῦνται ἴσως τὸ κῦμα.
Μιὰς νὰ τὸν ἔβλεπαν ἐκειὸν νὰ μπαίνη μὲς στὸ Θιάκι,
καὶ θὰ παρακαλούσανε νά 'ναι ἀλαφροὶ στὰ πόδια
165 ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
νῦν δ᾽ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν
θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
φῇσιν ἐλεύσεσθαι· τοῦ δ᾽ ὤλετο νόστιμον ἦμαρ.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
κάλλιο, παρὰ στὶς φορεσὲς καὶ στὰ χρυσάφια πλούσιοι.
Μὰ τώρα ἀδικοχάθηκε, καὶ παργοριὰ δὲ φέρνει
ὅποιος μᾶς λέει πὼς ἔρχεται, τὶ γυρισμὸ δὲν ἔχει.
Ὡς τόσο, πές μου ἀληθινά, ποιός εἶσαι, κι ἀποποῦθε ;
170 τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
ὁπποίης τ᾽ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γὰρ τί σε πεζὸν ὀίομαι ἐνθάδ᾽ ἱκέσθαι.
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐὺ εἰδῶ,
ποιοί 'ν' οἱ γονιοί σου, ὁ τόπος σου; μὲ τί καράβι 'φάνης ;
οἱ ναῦτες πῶς σὲ φέρανε στὸ Θιάκι; ποιοί παινιένται
πὼς εἶναι; τὶ θαρρῶ πεζὸς ἐδῶ δὲ μᾶς ὁρίζεις.
Πές μου καὶ τοῦτο ἀληθινὰ νὰ ξέρω· μᾶς πρωτόρθες,
175 ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι
ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων."
ἢ νά 'σαι φίλος πατρικός; τὶ κι ἄλλοι πολλοὶ ξένοι
μᾶς ἦρθαν, ὅπως γύριζε κι ἐκειὸς ἀνάμεσο τους.”

τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
"τοιγὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
     Τότες ἡ γαλανόματη θεὰ τοῦ ἀπολογιέται·
“Ὅσα ρωτᾶς θὰ σοῦ τὰ πῶ κι ἐγὼ μ' ἀληθοσύνη.
Τοῦ ἄξιου τοῦ Ἀχίαλου παινιέμαι γιὸς πὼς εἶμαι,
180 Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
νῦν δ᾽ ὧδε ξὺν νηὶ κατήλυθον ἠδ᾽ ἑτάροισιν
πλέων ἐπὶ οἴνοπα πόντον ἐπ᾽ ἀλλοθρόους ἀνθρώπους,
ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ᾽ αἴθωνα σίδηρον.
ὁ Μέντης, τῶ θαλασσινῶν τῆς Τάφος βασιλέας·
μὲ πλοῖο μου στὰ μέρη αὐτὰ καὶ μὲ συντρόφους ἦρθα
τὰ πέλαγ' ἀρμενίζοντας πρὸς τοὺς ξενογλωσσῖτες
τῆς Τέμεσης, μὲ σίδερο, χαλκὸ ἀπ' αὐτοὺς νὰ πάρω.
185 νηῦς δέ μοι ἥδ᾽ ἕστηκεν ἐπ᾽ ἀγροῦ νόσφι πόληος,
ἐν λιμένι ῾Ρείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.
ξεῖνοι δ᾽ ἀλλήλων πατρώιοι εὐχόμεθ᾽ εἶναι
ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντ᾽ εἴρηαι ἐπελθὼν
Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε
Τὸ πλοῖο μένει σὲ ξοχή, παράοξω ἀπὸ τὴν πόλη,
κάτω ἀπ' τὸ Νεῖο τὸ σύδεντρο, στοῦ Ρείθρου τὸ λιμάνι.
Ἐμεῖς δὰ φίλοι γονικοὶ λεγόμαστε ἀπαρχῆθες
ὁ ἕνας τοῦ ἄλλου· πήγαινε καὶ ρώτηξε τὸ γέρο
ἥρωα Λαέρτη· λένε αὐτὸς πιὰ δὲν πατάει στὴν πόλη,
190 ἔρχεσθ᾽, ἀλλ᾽ ἀπάνευθεν ἐπ᾽ ἀγροῦ πήματα πάσχειν
γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
παρτιθεῖ, εὖτ᾽ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
ἑρπύζοντ᾽ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
νῦν δ᾽ ἦλθον· δὴ γάρ μιν ἔφαντ᾽ ἐπιδήμιον εἶναι,
παρὰ μακριὰ στὴν ἐξοχὴ μονάχος τυραννιέται,
καὶ γέρικη σπιτοκυρὰ θροφὴ τοῦ παραθέτει,
ἡ κούραση τὰ σκέλια του σὰν πιάση, ποὺ μὲ κόπο
τὰ σέρνει στὸν ἀνήφορο τοῦ ἀμπελοχώραφού του.
Ἦρθα, ἐπειδὴς καὶ λέχθηκε πὼς στὴν πατρίδα του ἦταν
195 σὸν πατέρ᾽· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,
ἀλλ᾽ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ
νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν
ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσ᾽ ἀέκοντα.
ὁ κύρης σου· ὅμως οἱ θεοὶ τοῦ κόβουνε τὸ δρόμο.
Τὶ δὲν ἀπέθανε στὴ γῆς ὁ μέγας ὁ Ὀδυσσέας,
μόν' κάπου ἀκόμα ζωντανὸς στὰ πέλαγα κρατιέται,
σὲ κυματόζωστο νησί, που ἄντρες κακοὶ τὸν ἔχουν,
ἄγριοι, καὶ μὲ τὸ ζόρι αὐτοὶ τόνε βαστᾶνε πίσω.
200 αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,
οὔτε τι μάντις ἐὼν οὔτ᾽ οἰωνῶν σάφα εἰδώς.
οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
ἔσσεται, οὐδ᾽ εἴ πέρ τε σιδήρεα δέσματ᾽ ἔχῃσιν·
Ὅμως σοῦ προμαντεύω ἐγώ, καθὼς στὸ νοῦ μου μέσα
τὸ βάλαν οἱ ἀθάνατοι, κι ὅπως θὰ βγῆ πιστεύω,
ἂν κι οὔτε μάντης εἶμαι ἐγώ, κι οὔτες ἀπ' ὄρνια νιώθω,
νά 'ρθη πιὰ ἐκεῖνος στὴ γλυκειὰ πατρίδα δὲ θ' ἀργήση,
μὰ καὶ μὲ σίδερα ἂ δεθῆ· τρόπο θὰ βρῆ νὰ φύγη,
205 φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ᾽ ἀλλήλοισιν,
γιατ' εἶναι πολυσόφιστος. Μὰ πές μου τώρα, γειά σου,
καὶ ξήγησέ μου ξάστερα, παιδί του ἂν εἶσαι ἀλήθεια,
τοῦ Ὀδυσσέα, τοσοδὰ μεγάλο παλληκάρι.
Παράξενα στήν κεφαλὴ καὶ στὰ λαμπρὰ τὰ μάτια
τοῦ μοιάζεις· τὶ πολὺ συχνὰ σμιγόμασταν οἱ δυό μας,
210 πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι
Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·
ἐκ τοῦ δ᾽ οὔτ᾽ Ὀδυσῆα ἐγὼν ἴδον οὔτ᾽ ἔμ᾽ ἐκεῖνος."
πρὶν ἀνεβῆ στὴν Τροία ἐκειός, ποὺ κι ἄλλοι Ἀργῖτες τότες
ἀπὸ τοὺς πρώτους κίνησαν μὲ κουφωτὰ καράβια·
ἕνας τὸν ἄλλονα πιὰ ἐμεῖς δὲν εἴδαμε ἀπὸ τότες.”

τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
     Κι ὁ γνωστικὸς Τηλέμαχος ἀπολογήθη κι εἶπε·
“Ξένε, θὰ σοῦ μιλήσω ἐγὼ μὲ περισσὴν ἀλήθεια.
215 μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε
οὐκ οἶδ᾽· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
ὡς δὴ ἐγώ γ᾽ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
νῦν δ᾽ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
Ἐκείνου τέκνο ἡ μάνα μου μὲ λέει· ἐγὼ τί ξέρω;
ποιὸς τὸ δικό του τὸ γονιὸ μπορεῖ νὰ πῆ πὼς ξέρει;
Μακάρι νά 'μουνα παιδὶ καλότυχου πατέρα,
ποὺ τοῦ 'ρχουνται τὰ γερατειὰ στὸ σπιτικό του μέσα.
Μὰ ἐμένα ὁ πιὸ κακότυχος στὸν κόσμο στάθη ἐκεῖνος
220 τοῦ μ᾽ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτ᾽ ἐρεείνεις." ποὺ λὲν πὼς εἶμαι τέκνο του, σὰν ποὺ ρωτοῦσες τώρα.”

τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
"οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
     Κι ἡ γαλανόματη θεὰ γυρίζει καὶ τοῦ κρένει·
“Δὲν ὅρισαν ἀγνώριστη νὰ μείνη ἡ γενεά σου
οἱ θεοί, ἀφοῦ σὲ γέννησε λεβέντη ἡ Πηνελόπη.
Μὰ πές μου τώρα ξάστερα, καὶ ξήγα μου κι ἐτοῦτο·
225 τίς δαίς, τίς δὲ ὅμιλος ὅδ᾽ ἔπλετο; τίπτε δέ σε χρεώ;
εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ᾽ ἐστίν·
ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
αἴσχεα πόλλ᾽ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι."
σὰν τί τραπέζια νά 'ναι αὐτά; τί κόσμος; ποιά ἡ ἀνάγκη;
τάχατες γάμος ἢ γιορτὴ; Βέβαια αὐτὰ δὲν εἶναι
συντροφικά. Μὲ πόση δὲς ἀδιαντροπιὰ καὶ θάρρος
δῶ μέσα τρωγοπίνουνε. Θ' ἀγαναχτοῦσε ἀνίσως
ἐρχόταν ἄντρας γνωστικὸς κι ἄπρεπα τέτοια θώρειε.”
230 τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"ξεῖν᾽, ἐπεὶ ἂρ δὴ ταῦτά μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
μέλλεν μέν ποτε οἶκος ὅδ᾽ ἀφνειὸς καὶ ἀμύμων
ἔμμεναι, ὄφρ᾽ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
νῦν δ᾽ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,
     Κι ὁ γνωστικὸς Τηλέμαχος ἀπολογήθη κι εἶπε·
“Μιὰς καὶ ρωτᾶς μου, ὦ ξένε, αὐτἀ, καὶ θὲς νὰ τὰ κατέχης,
πλούσιο καὶ τιμημένο αὐτὸ τὸ σπίτι πρέπει νά 'ταν,
ἐκεῖνος ὅσο μέσα ἐδῶ καθότανε· ὅμως τώρα,
ἀλλιώτικα οἱ κακόγνωμοι θεοὶ τὸ βουληθῆκαν,
235 οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδ᾽ ἀκαχοίμην,
εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
ποὺ ἀνείδωτο τὸν ἔκαμαν ὅσο κανέναν ἄλλον·
καὶ μήτε κὰν τὸ τέλος του δὲ θὰ θρηνοῦσα, ἀνίσως
στὸ πλάγι τῶν συντρόφων του χανότανε στὴν Τροία,
γιά ἀπὸ τὸν πόλεμο ὕστερα, σὲ ἀγαπητὲς ἀγκάλες.
Καὶ τότες οἱ Παναχαιοὶ θὰ τοῦ 'στηναν μνημούρι,
240 ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ᾽ ὀπίσσω.
νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·
οἴχετ᾽ ἄιστος ἄπυστος, ἐμοὶ δ᾽ ὀδύνας τε γόους τε
κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδε᾽ ἔτευξαν.
κι ὄνομα θά 'βγαζε λαμπρὸ ν' ἀφήση τοῦ παιδιοῦ του.
Μὰ τώρα οἱ Ἅρπυιες ἄδοξα τὸν ἔχουν ἁρπαγμένο·
ἀνάφαντος κι ἀνάκουστος μοῦ γίνη, καὶ μ' ἀφῆκε
λύπες καὶ δάκρυα· μήτ' αὐτὸ μονάχα δὲ μὲ δέρνει,
ἐπειδὴς κι ἄλλα μοῦ 'φεραν οἱ Ὀλυμπῆσοι πάθια.
245 ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
ἠδ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
τόσσοι μητέρ᾽ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
ἡ δ᾽ οὔτ᾽ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
Γιατὶ ὅσοι γύρω στὰ νησιὰ πρωτοστατοῦν ἀρχόντοι,
Δουλίχι, Σάμη, Ζάκυθο μὲ τὰ δασιὰ τὰ δέντρα,
κι ὅσοι στὸ βραχορίζωτο τὸ Θιάκι ἐδῶ ἀρχοντεύουν,
ὅλοι ζητοῦν τὴ μάνα μου καὶ μοῦ χαλνᾶν τὸ βιός μου.
Κι ἐκείνη μήτε ἀρνιέται τους γάμο φριχτὸ, καὶ μήτε
250 ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν."
τέλος νὰ δώση δύνεται· καὶ δός του αὐτοὶ τὸ σπίτι
μοῦ καταλοῦνε· γλήγορα καὶ μένα θὰ μὲ φᾶνε.”

τὸν δ᾽ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·
"ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
     Τότε ἡ Παλλάδα ἡ Ἀθηνᾶ τοῦ λέει χολοσκασμένα·
“Ἀλλοίς, καὶ πόσο χρειάζεσαι τὸν Ὀδυσσέα κοντά σου,
ἐτούτους τοὺς ξεδιάντροπους μνηστῆρες νὰ βαρέση.
255 εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ᾽ ἐνόησα
οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
ἐξ Ἐφύρης ἀνιόντα παρ᾽ Ἴλου Μερμερίδαο--
Νὰ ἐρχόταν τώρα νὰ σταθῆ στοῦ παλατιοῦ τὶς πόρτες,
μὲ ἀσπίδα, μὲ περίκρανο καὶ μὲ τὰ δυὸ κοντάρια,
τέτοιος στήν ὄψη σὰν ποὺ ἐγὼ τὸν εἶδα πρῶτα πρῶτα
σὰν ἔπινε καὶ γλέντιζε στὸ σπιτικὸ μας μέσα,
ἀπὸ τὸ γιὸ τοῦ Μέρμερου γυρίζοντας, τὸν Ἴλο,
260 ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλ᾽ ὁ μὲν οὔ οἱ
δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς--
τῆς Φύρας, πού μὲ πλοῖο γοργὸ ξεκίνησε, βοτάνι
ζητώντας του θανατερό, ν' ἀλείψη τὶς χαλκένιες
σαΐτες του· δὲν τοῦ 'δωσε, τὴ μάνητα φοβώντας
ἐκεῖνος τῶν ἀθάνατων· ὁ γέρος μου ὅμως τότες
τοῦ τό 'δωσε, ἀγαπώντας τον περίσσια· τέτοιος νά 'ρθη
265 τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
ἀλλ᾽ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,
καὶ ν' ἀνταμώση ἐτουτουνοὺς ὁ Ὀδυσσέας, καὶ θά 'ναι
ὅλων τὸ τέλος ξαφνικό, κι ὁ γάμος τους φαρμάκι.
Ὡς τόσο ἐτοῦτα ἂς μείνουνε στὰ χέρια τῶν θεῶνε,
κἂν θὰ γυρίση πάλε ἐδῶ νὰ γδικιωθῆ, κἂν ὄχι·
ἐσένα τώρα θέλω σε νὰ στοχαστῆς καὶ νά 'βρης
270 ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
εἰ δ᾽ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·
αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
μῦθον πέφραδε πᾶσι, θεοὶ δ᾽ ἐπὶ μάρτυροι ἔστων.
μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,
τὸ πῶς ἀπὸ τὸν πύργο αὐτὸ θὰ διώξης τοὺς μνηστῆρες.
Ἄκου λοιπόν, καὶ πρόσεξε τὰ λόγια ποὺ σοῦ κρένω.
Συγκάλεσέ τους τὸ ταχὺ τοὺς Ἀχαιοὺς ἡρώους,
καὶ σ' ὅλους πὲς τὴ γνώμη σου μὲ τοὺς θεοὺς μαρτύρους.
Πρόσταξε τότες σπίτια τους νὰ φύγουν οἱ μνηστῆρες,
275 μητέρα δ᾽, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,
ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·
οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
πολλὰ μάλ᾽, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
σοὶ δ᾽ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·
κι ἂν ἡ καρδιὰ τῆς μάνας σου γάμο γυρεύη, ἂς σύρη
στ' ἀρχοντικὸ τοῦ κύρη της, πού 'ναι τρανὸς ἀφέντης,
καὶ γάμο αὐτοὶ θὰ κάμουνε, καὶ δῶρα θὰ τοιμάσουν
πολλὰ, καθὼς ταιριάζουνε σ' ἀγαπημένη κόρη.
Κι ἐσένα γνώμη φρόνιμη σοῦ δίνω, ἂν θὲς ν' ἀκούσης·
280 νῆ᾽ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,
ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,
καράβι μὲ εἴκοσι κουπιά, καλό, σὰν πάρης, ἔβγα
νὰ μάθης γιὰ τὸν κύρη σου τὸν πολυπλανημένο·
ἢ κάποιος θὰ σοῦ πῆ θνητός, ἢ τὴ φωνὴ θ' ἀκούσης
ποὺ στέλνει ὁ Δίας, καὶ στὴ γῆς συχνὰ σκορπάει τὶς φῆμες.
Πρῶτα στὴν Πύλο, καὶ ρωτᾶς τὸ Νέστορα τὸ μέγα·
285 κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·
ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
ἦ τ᾽ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδ᾽ ἔτ᾽ ἐόντος,
σύρε κατόπι στὸν ξανθὸ τῆς Σπάρτης τὸ Μενέλα,
τὸν πιὸ στερνὸ χαλκοάρματο Ἀχαιὸ ποὺ γύρσε πίσω.
Κι ἂ μάθης πὼς ὁ κύρης σου καὶ ζῆ καὶ θὰ γυρίση,
ἀπάντεξε, ὅσο κι ἂν πονῆς, ὡς ἕνα χρόνο ἀκόμα·
ἂν πάλε πὼς ἀπέθανε καὶ πὼς σοῦ χάθη ἀκούσης,
290 νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
πολλὰ μάλ᾽, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,
φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
γυρίζεις πίσω στὰ γλυκὰ λημέρια τῆς πατρίδας,
τοῦ στήνεις μνῆμα, νεκρικὰ πολλὰ τοῦ θέτεις δῶρα,
ὅσα τοῦ πρέπουν, κι ὕστερα παντρεύεις καὶ τή μάνα.
Καὶ σὰν τὰ πράξης ὅλ' αὐτὰ καὶ τὰ καλοτελειώσης,
μὲς στὸ μυαλό σου γύρισε καὶ μέσα στήν ψυχή σου,
295 ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ
νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
πάντας ἐπ᾽ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,
τὸ πῶς σ' αὐτοὺς τούς πύργους σου θὰ λυώσης τοὺς μνηστῆρες
εἴτε μὲ δόλο, ἢ φανερά· τὶ πιὰ δὲν σοῦ ταιριάζει
μωρὸ παιδὶ νὰ φαίνεσαι, μικρὸς ἀφοῦ δὲν εἶσαι.
Ἢ τάχα δὲν ἀκοῦς κι ἐσὺ πὼς ὁ λαμπρὸς ὁ Ὀρέστης
δοξάστηκε σ' ὅλη τὴ γῆς σὰ σκότωσε τὸν πλάνο
300 Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
καὶ σύ, φίλος, μάλα γάρ σ᾽ ὁρόω καλόν τε μέγαν τε,
ἄλκιμος ἔσσ᾽, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη
ἠδ᾽ ἑτάρους, οἵ πού με μάλ᾽ ἀσχαλόωσι μένοντες·
τὸν Αἴγιστο, ποὺ χάλασε τὸν ξακουστὸ γονιό του;
Ἔτσι κι ἐσύ, πού βλέπω σε τόσο ὤριο καὶ μεγάλο,
γίνου ἄντρας, φίλε, νὰ σὲ ὑμνοῦν κατόπι οἱ ἀπογόνοι.
Καὶ τώρα ἐγὼ πρὸς τὸ γοργὸ καράβι κατεβαίνω,
τὶ στενοχώρια θά 'πιασε μεγάλη τοὺς συντρόφους·
305 σοὶ δ᾽ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων." ἐσὺ μονάχος φρόντιζε καὶ νοιάσου τὰ ὅσα σοῦ εἶπα.”

τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"ξεῖν᾽, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,
     Κι ὁ γνωστικὸς Τηλέμαχος γυρίζει καὶ τῆς κρένει·
“Ξένε μου, ἀλήθεια, σύμπονα μοῦ συντυχαίνεις λόγια,
καθὼς γονιὸς σὲ τέκνο του, κι ἀξέχαστα θὰ τά 'χω.
Μὰ κάλλιο μεῖνε τώρα ἐδῶ, κι ἂς εἶσαι γιὰ ταξίδι,
310 ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,
δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι."
ἔλα καὶ λούσου νὰ φραθῆ ἡ καρδιά σου, καὶ κατόπι
κινᾶς πρὸς τὸ καράβι σου χαρούμενος, μὲ δῶρο
πλούσιο, λαμπρό, ἀπὲ λόγου μου νὰ τό 'χης θυμητάρι
σὰν ὅσα φίλοι ἀγαπητοὶ χαρίζουνε σὲ φίλους.”

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·      Κι ἡ γαλανόματη θεὰ τοῦ ἀπολογιέται τότες·
315 "μή μ᾽ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.
δῶρον δ᾽ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,
αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
καὶ μάλα καλὸν ἑλών· σοὶ δ᾽ ἄξιον ἔσται ἀμοιβῆς."
“Μὴ μὲ κρατᾶς πιὰ τώρα ἐδῶ, τὶ βιάζουμαι νὰ σύρω.
Κι ὅσο γιὰ δῶρο, ὅποιο ζητάει νὰ δώσης μου ἡ καρδιά σου,
στὸ γυρισμό μου δίνεις το, στὸ σπίτι νὰ τὸ πάρω,
πανώριο δῶρο, πού νὰ λὲς κι ἀνταμοιβή τοῦ ἀξίζει.”

ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη,      Σὰν εἶπε αὐτὰ ξεκίνησε ἡ θεὰ ἡ γαλανομάτα,
320 ὄρνις δ᾽ ὣς ἀνόπαια διέπτατο· τῷ δ᾽ ἐνὶ θυμῷ
θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
μᾶλλον ἔτ᾽ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.
αὐτίκα δὲ μνηστῆρας ἐπᾐχετο ἰσόθεος φώς.
κι ἔγιν' ἀϊτὸς καὶ πέταξε· μὲς στὴν καρδιά του ὡς τόσο
ἀφῆκε θαρρεσιὰ κι ἀντρειά, καὶ τοῦ γονιοῦ του ἡ μνήμη
πιὸ ζωντανὴ ξανάρχουνταν· ξιππάστηκε ἡ ψυχή του,
καὶ θάμασε, γιατὶ θεὸς κατάλαβε πὼς ἦταν.
Καὶ τότες μ' ὄψη ἰσόθεη ζυγώνει τοὺς μνηστῆρες,
325 τοῖσι δ᾽ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
ἥατ᾽ ἀκούοντες· ὁ δ᾽ Ἀχαιῶν νόστον ἄειδε
λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
τοῦ δ᾽ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·
ποὺ τοὺς τραγούδαε ὁ ξακουστὸς τραγουδιστής, κι ἐκεῖνοι
καθόντανε χωρὶς μιλιὰ κι ἀκοῦγαν· τὸ τραγούδι
τούς ἔλεγε τῶν Ἀχαιῶν τὸ γυρισμὸ τὸ μαῦρο
ποὺ ἡ Παλλάδα ἡ Ἀθηνᾶ τοὺς πρόσταξε στὴν Τροία.
Κι ἀπὸ τ' ἀνώγια ἀκούγοντας τὸ θεῖο αὐτὸ τραγούδι
ἡ Πηνελόπη ἡ φρόνιμη, τοῦ Ἰκάριου ἡ θυγατέρα,
330 κλίμακα δ᾽ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο.
ἡ δ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
κατέβηκε τὶς ἁψηλὲς τοῦ παλατιοῦ τὶς σκάλες,
μόνη της ὄχι· ἀντάμα της δυὸ βάγιες κατεβῆκαν.
Κι ἡ ζουλεμένη ἀρχόντισσα σὰν πῆγε στοὺς μνηστῆρες,
πλάγι τοῦ στύλου στάθηκε τῆς δουλευτῆς τῆς στέγης
σηκώνοντας στὴν ὄψη της τὸ λιόλαμπρο φακιόλι,
335 ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
δακρύσασα δ᾽ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
μὲ τὶς παραστεκάμενες ἀπο τὰ δυὸ πλευρά της,
καὶ κρένει τοῦ τραγουδιστῆ μὲ μάτια δακρυσμένα·

"Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,
ἔργ᾽ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
     “Φήμιε, ποὺ κι ἄλλα γνώριζες μαγευτικὰ τραγούδια,
μ' ὅσα θνητοὺς κι ἀθάνατους δοξάζετε ἐσεῖς πάντα,
ἕν' ἀπ' αὐτὰ τραγούδα τους σιμά τους καθισμένος,
340 οἶνον πινόντων· ταύτης δ᾽ ἀποπαύε᾽ ἀοιδῆς
λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,
ἀνδρός, τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος."
κι αὐτοὶ ἂς σωποῦν κι ἂς πίνουνε· πάψ' τὸ τραγούδι ἐτοῦτο,
τὸ θλιβερό, ποὺ τὴν καρδιὰ μοῦ σκίζει μὲς στὰ στήθια,
γιατὶ σὰν ἄλληνα καμιὰ βαρὺς καημὸς μὲ δέρνει,
κι ὁλημερὶς ἀνιστορῶ καὶ λαχταρῶ τὸν ἄντρα,
ποὺ στὴν Ἐλλάδα ἡ δόξα του καὶ στ' Ἄργος ὅλο ἁπλώθη.”
345 τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"μῆτερ ἐμή, τί τ᾽ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τ᾽ ἀοιδοὶ
αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.
     Κι ὁ γνωστικὸς Τηλέμαχος γυρίζει καὶ τῆς κάνει·
“Δὲν τὸν ἀφήνεις τὸ γλυκὸ τραγουδιστή, μανούλα,
νὰ φέρνη γλέντι καταπὼς τ' ἀποθυμάει ὁ νοῦς του;
Δὲ φταίγει σου ὁ τραγουδιστής, ὁ Δίας εἶν' ἡ αἰτία,
ποὺ κάθε σιταρόθρεφτου θνητοῦ ὅπως θέλει δίνει,
350 τούτῳ δ᾽ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·
τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾽ ἄνθρωποι,
ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
σοί δ᾽ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·
οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
Δὲν ἔχει κρῖμα ἂν τραγουδάη αὐτὸς τὴ μαύρη μοῖρα
τῶ Δαναῶνε· πάντα θὲν οἱ ἀνθρῶποι τὸ τραγούδι
ποὺ πιὸ καινούργιο τοὺς σφαντάει σὰν κάθουνται κι ἀκοῦνε.
Κάνε καρδιὰ κι ἁπομονὴ ν' ἀκοῦς, γιατὶ μονάχος
δὲν ἔχασε τοῦ γυρισμοῦ τὴ γλύκα ὁ Ὀδυσσέας,
355 ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽ αὐτῆς ἔργα κόμιζε,
ἱστόν τ᾽ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι· μῦθος δ᾽ ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ᾽ ἐμοί· τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ οἴκῳ."
μόν' κι ἄλλα χάθηκαν πολλὰ στὴν Τροία παλληκάρια.
Ἔμπα, καὶ κοίτα σπίτι σου καὶ τὸ νοικοκυριό σου,
τὴν ἀληκάτη, τ' ἀργαλειό, καὶ πρόσταζε τὶς δοῦλες
νὰ σοῦ δουλεύουν· κι ἄφηνε τὰ λόγια αὐτὰ στοὺς ἄντρες,
μάλιστα ἐμένα, πού 'μαι δὰ καὶ τοῦ σπιτιοῦ ὁ ἀφέντης.”
360 ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
ἐς δ᾽ ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
κλαῖεν ἔπειτ᾽ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
     Θάμασ' αὐτή, καὶ γύρισε στὸ σπίτι, γιατὶ μπῆκαν
ὡς τὴν καρδιά της τοῦ παιδιοῦ τὰ γνωστικὰ τὰ λόγια.
Κι ἀνέβηκε στ' ἀνώγια της, κι ἀντάμα μὲ τὶς βάγιες
τὸν ἀκριβό της Ὀδυσσέα θρηνοῦσε, ὡσότου ὕπνο
ἡ Ἀθηνᾶ τῆς στάλαξε γλυκὸ στὰ ματοκλάδια.
365 μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
πάντες δ᾽ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
     Ὡς τόσο στὰ βαθιόσκιωτα παλάτια μέσα οἱ ἄλλοι
ὀχλαλοὴ σηκώνανε, κι εὐκότανε ὁ καθένας
μὲς στὸ κρεβάτι ν' ἀξιωθῆ σιμά της νὰ πλαγιάση.
Σ' αὐτοὺς ἀρχίζει ὁ γνωστικὸς Τηλέμαχος καὶ κρένει·

"μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,
νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς
     “Ἀκοῦστε, ὦ παραδιάντροποι τῆς μάνας μου μνηστῆρες·
τώρα ἐμεῖς γλέντι ἂς κάμουμε, κι ἂς λείψη τ' ἀχολόγι,
370 ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
τοιοῦδ᾽ οἷος ὅδ᾽ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
ἠῶθεν δ᾽ ἀγορήνδε καθεζώμεσθα κιόντες
πάντες, ἵν᾽ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,
ἐξιέναι μεγάρων· ἄλλας δ᾽ ἀλεγύνετε δαῖτας,
τὶ ἀξίζει ἀλήθεια τέτοιονα τραγουδιστὴ ν' ἀκοῦμε,
σὰν πού 'ναι αὐτὸς ποὺ μὲ θεοῦ λὲς κι ἡ φωνή του μοιάζει·
μὰ τὴν αὐγὴ σὲ συντυχιὰ καθίζουμε ὅλοι ἀντάμα,
νὰ σᾶς κηρύξω φανερὰ ν' ἀφῆστε μου τὸν πύργο,
ἄλλα τραπέζια νά 'βρετε, δικό σας βιὸς νὰ τρῶτε,
375 ὑμὰ κτήματ᾽ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
εἰ δ᾽ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
κείρετ᾽· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·
ὁ ἕνας σπίτι τ' ἀλλονοῦ. Κι ἂν πάλε ἐσεῖς θαρρῆτε
πὼς εἶναι δίκιο κι εὔλογο νὰ καταλυοῦνται πλούτια
ἑνὸς ἀνθρωπου ἀπλέρωτα, σκορπᾶτε τα· ἐγὼ τότες
καλῶ βοήθεια τοὺς θεοὺς, ἴσως κι ὁ Δίας φέρη
τὸ γδικιωμὸ ποὺ ἀξίζει σας, κι ἔτσι κι ἐσεῖς κατόπι
380 νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε." πεδῶθε δίχως πλερωμὴ μιὰ καὶ καλὴ χαθῆτε.”

"ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
     Αὐτὰ τοὺς εἶπε, κι ὅλοι τους, δαγκάνοντας τὰ χείλη
θαμάζαν τοῦ Τηλέμαχου τὰ θαρρετὰ τὰ λόγια.

τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
"Τηλέμαχ᾽, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
     Κι ὁ Ἀντίνος τοῦ Εὐπείθη ὁ γιὸς τοῦ μίλησε καὶ τοῦ 'πε·
“Ἐσένα θεοί, Τηλέμαχε, νὰ σὲ διδάχνουν πρέπει
385 ὑψαγόρην τ᾽ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·
μὴ σέ γ᾽ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν."
μεγάλα λόγια νὰ μιλᾶς, καὶ θαρρετὰ νὰ κρένης·
μὴ σώση καὶ σὲ κάμη ὁ γιὸς τοῦ Κρόνου βασιλέα
στὸ Θιαάκι τὸ γυρόλουστο, σὰν πού 'ναι πατρικό σου.”

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"Ἀντίνο᾽, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
     Κι ὁ γνωστικὸς Τηλέμαχος γυρίζει καὶ τοῦ κάνει·
“Τάχα θὰ σοῦ φανῆ βαρὺ τὸ θὰ σου πῶ, ὦ Ἀντίνε;
390 καὶ κεν τοῦτ᾽ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ
ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
ἀλλ᾽ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
Κι ἐτοῦτο θὰ τὸ δέχουμουν ἂν τό 'δινέ μου ὁ Δίας.
Ἢ λὲς δὲ γίνεται κακὸ τρανότερο στὸ κόσμο;
Ὄχι, δὲν τό 'χω γιὰ ἀχαμνὸ νά 'ναι κανένας ρήγας·
πλούσιο τὸ σπίτι του ἄξαφνα, δοξάζεται κι ἀτός του.
Μὰ κι ἄλλοι βρίσκουνται Ἀχαιοὶ στὸ Θιάκι βασιλιάδες,
395 πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,
τῶν κέν τις τόδ᾽ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·
αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ᾽ ἡμετέροιο
καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς."
τὸν δ᾽ αὖτ᾽ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
νέοι καὶ γέροι ἀρίθμητοι, κι ἕνας τους θά 'χη ἐτούτη
τὴ δόξα, μιὰς κι ἀπέθανε ὁ θεῖος ὁ Ὀδυσσέας·
ὅμως ἐγὼ θὰ ὁρίζω αὐτὸ τὸ σπίτι καὶ τοὺς δούλους,
ποὺ γιὰ τὰ μένα ἀπόχτησε μὲ τ' ἄρματά του ἐκεῖνος.”
     Καὶ τοῦ Πολύβου ὁ Εὐρύμαχος γυρνάει κι ἀπολογιέται·
400 "Τηλέμαχ᾽, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,
ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·
κτήματα δ᾽ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.
μὴ γὰρ ὅ γ᾽ ἔλθοι ἀνὴρ ὅς τίς σ᾽ ἀέκοντα βίηφιν
κτήματ᾽ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.
“Αὐτά, Τηλέμαχε, στῶν θεῶν ἂς μείνουνε τὰ χέρια,
τὸ ποιὸς στὸ θαλασσόλουστο θὰ βασιλέψη Θιάκι·
μακάρι ἐσὺ νὰ κυβερνᾶς καὶ χτήματα καὶ σπίτι,
καὶ νὰ μήν ἔρθη ἐδῶ ψυχὴ καὶ θὲς δὲ θὲς σοῦ ἁρπάξη
τὰ χτήματα, ὅσο τὸ νησὶ τὸ κατοικοῦν ἀνθρῶποι.
405 ἀλλ᾽ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,
ὁππόθεν οὗτος ἀνήρ, ποίης δ᾽ ἐξ εὔχεται εἶναι
γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.
ἠέ τιν᾽ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδ᾽ ἱκάνει;
Μὰ τώρα θέλω νὰ μοῦ πῆς, καλὲ μου, γιὰ τὸν ξένο,
ποποῦθε νά 'ναι ἐλόγου του; ποιά χώρα λέει δική του;
ποιά νά 'ναι ἡ φύτρα του μαθές, τὸ πατρικό του χῶμα ;
μπὰς καὶ μαντάτα σοῦ 'φερε πὼς ἔρχεται ὁ γονιός σου ;
410 οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδ᾽ ὑπέμεινε
γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐᾐκει."
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"Εὐρύμαχ᾽, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·
οὔτ᾽ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,
ἢ νά 'ρθε ἐδῶ γυρεύοντας δικές του τάχα ἀνάγκες ;
Φάνηκε μόλις, κι ἔφυγε δὲν ἔμεινε δὰ κιόλας
νὰ γνωριστῇ· καὶ πρόστυχος δὲν ἔμοιαζε στὴν ὄψη.”
     Κι ὁ γνωστικὸς Τηλέμαχος γυρίζει καὶ τοῦ κρένει·
“Ὁ κύρης μου πιὰ γυρισμό, ὦ Εὐρύμαχε, δὲν ἔχει·
μήτε μαντάτα ἀκούγω ἐγώ, σὰ φτάνουν ἀπὸ κάπου,
415 οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
ξεῖνος δ᾽ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,
Μέντης δ᾽ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει."
μήτε μαντεῖες πιὰ ψηφῶ σὰν προσκαλέση ἡ μάνα
μάντη στὸ σπίτι καὶ ρωτάη. Ὁ ξένος πού εἶδες εἶναι
φίλος δικός μου πατρικὸς ἀπὸ τήν Τάφο, ὁ Μέντης·
τοῦ φρόνιμου τοῦ Ἀχίαλου παινιέται γιὸς πὼς εἶναι,
καὶ βασιλιὰς τῶν Ταφιτῶν, πού τὸ κουπὶ ἀγαπᾶνε.”
420 ὣς φάτο Τηλέμαχος, φρεσὶ δ᾽ ἀθανάτην θεὸν ἔγνω.
οἱ δ᾽ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
τρεψάμενοι τέρποντο, μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
     Αύτὰ εἶπε, κι ὅμως τὴ θεὰ στὸ νοῦ τὴν εἶχε πάντα,
Ἐκεῖνοι ὡς τόσο στὸ χορὸ καὶ στὸ γλυκὸ τραγούδι
τὸ γύρισαν, καὶ γλέντιζαν ὡς ποὺ νὰ ρθῆ τὸ βράδυ.
Καὶ καθὼς γλέντιζαν, τ' ἀχνὸ κατέβηκε τὸ βράδυ·
καθένας τότες σπίτι του τραβοῦσε νὰ πλαγιάση,
425 Τηλέμαχος δ᾽, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,
ἔνθ᾽ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
τῷ δ᾽ ἄρ᾽ ἅμ᾽ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
Εὐρύκλει᾽, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
καὶ πῆγε κι ὁ Τηλέμαχος στὸν ἁψηλοχτισμένο
τὸ θάλαμο ποὺ σφάνταζε μὲς στὴν αὐλὴ τὴν ὥρια,
νὰ μπῆ στὴν κλίνη του, πολλὰ στὸ νοῦ του μελετώντας.
Ἡ Εὐρύκλεια τότες τοῦ 'φερε τὰ φώσια τ' ἀναμμένα,
τοῦ Ὤπα ἡ κόρη ἡ μπιστευτή, τοῦ γιοῦ τοῦ Πεισηνόρη,
430 τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
πρωθήβην ἔτ᾽ ἐοῦσαν, ἐεικοσάβοια δ᾽ ἔδωκεν,
ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
εὐνῇ δ᾽ οὔ ποτ᾽ ἔμικτο, χόλον δ᾽ ἀλέεινε γυναικός·
ἥ οἱ ἅμ᾽ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
π' ὁ Λαέρτης ἄλλοτες μικρὴ τὴν πῆρε κοπελούδα
μὲ εἴκοσι βόδια πλερωμή, καὶ μέσα στὸ παλάτι
τὸ ἴδιο μὲ τήν ἄξια του γυναίκα τὴν τιμοῦσε,
μὰ ἀντάμα της δὲν πλάγιαζε, νὰ μὴ χολιάση ἐκείνη·
αὐτὴ τὰ φώσια ἀνέβασε, ποὺ ἀπὸ τὶς ἄλλες δοῦλες
435 δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
ἕζετο δ᾽ ἐν λέκτρῳ, μαλακὸν δ᾽ ἔκδυνε χιτῶνα·
καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
τὸν εἶχε ἀγάπη ξέχωρη, κι ἀπὸ μωρὸ τὸν κοίτα.
Ἄνοιξε αὐτὸς τὸ θάλαμο τὸν τεχνικὰ φτιασμένο,
στὴν κλίνη κάθισε, ἔβγαλε τὸ μαλακὸ χιτώνα,
τὸν ἔθεσε στῆς φρόνιμης γερόντισσας τὰ χέρια,
κι αὐτὴ σὰν τόνε δίπλωσε καλά, σὲ ξυλοκάρφι
440 πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
βῆ ῥ᾽ ἴμεν ἐκ θαλάμοιο, θύρην δ᾽ ἐπέρυσσε κορώνῃ
ἀργυρέῃ, ἐπὶ δὲ κληῖδ᾽ ἐτάνυσσεν ἱμάντι.
ἔνθ᾽ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδ᾽ Ἀθήνη.
τὸν κρέμασε, παράδιπλα στὸ τορνευτὸ κλινάρι,
κι ἢβγε, τῆς θύρας σέρνοντας τὴν ἀργυρὴ κρικέλα,
ἀπέξωθε μὲ τὸ λουρὶ τὸ σύρτη της τραβώντας.
Κι αὐτὸς μὲ ἀνθὸ τοῦ προβατιοῦ γιὰ σκέπασμα ὅλη νύχτα
τὸ δρόμο συλλογιότανε ποὺ ἡ Ἀθηνᾶ τοῦ ξήγα.

Πηγή: http://www.mikrosapoplous.gr/ 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου